no image
DDbDP-text
Letter from Archelaos to Kriton via HGV-meta
Linked by Trismegistos ID
TM 685.
Each record below describes this same ancient text from a different angle.
Ἀρχέλαος Κρίτωνι χαίρειν. χρείανχρέαν ἔχομεν κεραιῶν δύο πηχῶν μ ἀνὰ πήχεις κ καὶ σκάφης τρισ κάλμου. πρὸς Διὸς οὖν καὶ θεῶν μὴ ὀ κνήσῃς διελθὼν εἰς ἐμπόριον καὶ ἀγορά σας, οὐθὲν γὰρ ἄλλο ἡμᾶς ἐπικωλύει, ἵνα μὴ ὑστερήσωμεν τῆς ἐργασίας. τὰς δὲ τιμὰς τούτων λαβὲ παρὰ Ἀπολλοφάνους. τὸ γύναιον ἐπίτοκον ὂν καταλέλοιπα ὁρῶν ἀναγκαίαν οὖσαν τὴν ἀποδημίαν. καλῶς οὖν ποιήσειςποήσεις ἀποστέλ λων πρὸς αὐτοὺς ἐπι μελῶς, ἐάν τινος χρείανχρέαν ἔχωσιν, καὶ ποιῶν αὐτοῖς. ἐὰν δὲ καὶ ἐν δυνάτωι ἦι, ἀγόρασον παρὰ Χαρμίδου ἐλαίου χόας ἓξ καὶ δὸς αὐτοῖς· φασὶ γὰρ αὐτὸν πωλεῖν. ἔρρωσο. Κρίτωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.