no image
DDbDP-text
Fragment d’un acte de cautionnement via HGV-meta
Linked by Trismegistos ID
TM 18455.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος. ἔτους εἰκοστοῦ ἕκτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους δωδεκάτου, Παχὼν καὶ δεκάτῃ ἀρξαμένης πρώτης ἰνδικτίονος. Φλαυίῳ Διοσκόρῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἀπολλῶτος Διοσκόρου, καὶ Ἀπολλῶτι υἱῷ Ἰσακίου τοῖς εὐδοκιμωτάτοις πρωτοκωμήταις κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ τῶν ἑξῆς ὑπογραφόντων ὁμολογούντων τὰ ὑποτεταγμένα, ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ αὐτοῦ ὑπογραφῇ, χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενοι τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ σωτηρίαν τοῦ καλλινίκου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι τῇ ὑμῶν εὐδοκιμήσει ?, μονῆς καὶ ἐμφανείας, Βίκτωρα υἱὸν Ἰωάννου, ὑποδιάκονον καὶSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.