no image
DDbDP-text
Quittance via HGV-meta
Linked by Trismegistos ID
TM 18923.
Each record below describes this same ancient text from a different angle.
τ Ἀντινοέων πόλεως, Φλαυΐῳ Κωνσταντίνῳ, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Καλλινίκου Ἀλεξάνδρου, σιγγουλαρίῳ τῆς δουκιανῆς τάξεως, ὁρμωμένῳ μὲν ἀπὸ τῆς αὐτῆς πόλεως, διάγοντι δὲ τὰ νῦν ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων πόλεως, χαίρειν. καὶ ὁμολογῶ τὰ ἑξῆς ὑποτεταγμένα. πρώην ὁ ἐν μακαρίοις τὴν μνήμην ὑμῶν πατήρ, Καλλίνικος ὀνόματι, κατʼ ἔγγραφον γραμμάτιον νομισματίων τριάκοντα τριῶν εὐστάθμων ἐχρεώστησέν μοι, ὑποτεθεικὼς τότε εἰς ἀσφάλειαν καὶ ἀπόδοσιν αὐτῶν τε καὶ τῆς αὐτῶν παραμυθίαςπαραμυθείας, ὡς περιέχει τὸ αὐτὸ γραμμάτιον, φανερὰ ἐνέχυρα, ὁλκῆς ὅσης εἰσίν, τοῦτʼ ἔστιν μεσατιν καυκίον ἀργύρεον ἓν καὶ πενταρρόστουλα χρυσέαχρυσία δύο . καὶ τοῦ χρόνου διαγενομένου τῆς αὐτῶν λυτρώσεως, καὶ αὐτοῦ τοῦ πρωτοτύπου ὑμῶν πατρὸς τεθνηκότος πρὸ τῆς τούτων ἀναλυτρώσεως καὶ ἀποδόσεως τοῦ αὐτοῦ χρέους, καὶ ταύτῃ ἐπεζήτησα πρὸς ὑμᾶς τὸν προειρημένον Κωνσταντῖνον περὶ τοῦ εἰρημένου χρέους καὶ τῆς τούτου παραμυθίαςπαραμυθείας, ὀφείλων κατὰ τὸ προσ ῆκον τούτων πληρωθῆναι καὶ ἀνταποδοῦναί σοι τὰ ὑπο τεθέντα μοι ἐνέχυρα παρὰ τοῦ σου πατρὸς περιόντος· καὶ μηδαμῶς δυνηθείσης τῆς σῆς λαμπρότητος ταῦταταυτας λυτρώσασθαι, παρακλήσεις προσήγαγέςπροσήγεγές μοι τὰ εἰρημένα ἐνέχυρα ἀντὶ τοῦ προσημανθέντος χρέους καὶ τῆς αὐτοῦ παραμυθίαςπαραμυθείας ἔχειν καὶ κατέχειν καὶ οἰκειοῦσθαι ἐμαυτῷ δεσποτικῷ δικαίῳ, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ προσελαύνοντα χρόνον, καὶ τούτων ἐξουσιάζειν καὶ δύνασθαί με παντὶ τρόπῳ χρήσασθαι τὰ προειρημένα ἐνέχυρα δεσποτικῷ δικαίῳ ᾧ ἂν βουληθείην, ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτως ἐπάναγκες. καὶ μετὰ τὴν τούτων ἔγγραφον ἀποταγὴν τὴν γεναμένην μοι παρὰ σοῦ σήμερον, ἐπεζητήσας πρὸς ἐμὲ τὸ γραμμάτιονγραμμάτειον ἤτοι τὴν πατρικήν σου ἀσφάλειαν τὴν γεναμένην μοι εἰς ταῦτα, παρὰ τὸ ὀξὺ δὲ μὴ εὑρόντα ταύτην ἀναδοῦναί σοι· κατὰ τοῦτο εἰς ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐλήλυθα, ἐν τάξει ἀκυρωσίας οὖσαν, καθʼ ἧν ὁμολογῶ ἑτοίμως ἔχειν τὴν εἰρημένην σου πατρικὴν ἀσφάλειαν, ὁπόταν διερεύνησωδιεραύνησω καὶ διεξιχνεύσω πάντα τὰ ἐμὰ δικαιώματα καὶ ἐξευρήσω ταύτην, ἀποδοῦναί σοι, ἠγοῦν, εἰ εὕρω αὐτὴν ἀπολωλυῖαναπολωλειαν ἐν τοῖς ἐμοῖς χάρταις, προσομολογῶ καθʼ οἷον δήποτε τρόπον ἢ χρόνον μηδένα τοῦ λοιποῦ λόγον ἔχειν πρὸς σὲ ἀπεντεῦθεν ἤδη μήτε ἕξειν περὶ τοῦ αὐτοῦ χειρογράφου, μήτε ἐγὼ μὴ κληρονόμοι μου μὴ διάδοχοι μὴ διακάτοχοι, πρὸς σὲ ἢ κληρονόμους σούς, διὰ τὸ ἐμὲ μὴ εὑρηκέναι τὸ αὐτὸ χειρόγραφον ἐν τοῖς ἐμοῖς χάρταις καὶ ἤδη ἀπειληφέναι τὰ αὐτὰ ἐνέχυρα διʼ ἐγγράφου ἀποταγῆς σῆς, καὶ οἰκειώσασθαιοἰκειωσαμην ἐμαυτῷ ὑπὲρ τοῦ αὐτοῦ χρέους καὶ τῆς τούτου παραμυθίαςπαραμυθείας, ἀποπληροῦντά με τὴν τοῦ χρέους ποσότητα ἐκ πλήρους, κεφαλαίῳ τε καὶ τόκῳ. καὶ εἰ εὑρεθείη ποτὲ καιρῷ ἢ χρόνῳ παρά τε ἐμοῦ καὶ τῶν ἐμῶν κληρονόμων ἢ οἵου δήποτε προσώπου, ἄκυρον ἔσται καὶ ἀνΐσχυρον πανταχοῦ προφερόμενον ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, ὥστε σε τὸν εἰρημένον Κωνσταντῖνον καὶ τοὺς σοὺς κληρονόμους μὴ παντοίως ἐνάγεσθαι μήτε βλαβῆναι μήτε ζητηθῆναι ἐξ ἀφορμῆς τοῦ αὐτοῦ χειρογράφου καὶ τῆς αὐτοῦ παραμυθίαςπαραμυθείας ἐν οἵῳ δήποτε καιρῷ ἢ χρόνῳ, διὰ τὸ ἐμὲ ἀπηλλάχθαι καὶ πεπληρῶσθαι τοῦ ἐγκειμένου τούτῳ κεφαλαίου τε καὶ τόκου, καὶ διαλελῦσθαι πρὸς σὲ τ διὰ τὴν ἐμπεριεχομένην αὐτῷ δύναμιν, ἐνεχομένης καὶ ὑποκειμένης σοι εἰς τοῦτο πάσης τῆς ἐνούσης μοι εὐπορίας, καὶ τοῖς μεταπαραληψομένοις τὴν σὴν διαδόχην ἀεί ποτε, καὶ τῆς ἐμῆς ὑποστάσεως γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, ἐν παντὶ εἴδει καὶ γένει, πάντα ἄνθρωπον ἐπελευσόμενον κατὰ σοῦ τούτου ἕνεκεν ἀποσοβῆσαι καὶ ἀποτρέψαι ἀφʼ ὑμῶν ἀεί ποτε. καὶ εἰς σὴν ἀσφάλειαν ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐθέμην κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην, ὑπογεγραμμένην παρά τε ἐμοῦ καὶ συνηθῶν μαρτύρων παρʼ ὧν ἐρωτηθεὶς ὡμολόγησαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.