no image
DDbDP-text
Contrat d’emprunt via HGV-meta
Linked by Trismegistos ID
TM 18919.
Each record below describes this same ancient text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου, Χοιὰκ τετάρτῃ τοῦ μηνὸς τῆς τρίτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Αὐρήλιος Πέτρος υἱὸς Βήσατος, ἐκ μητρὸς Μαρίας, ποικιλτής, ὁρμώμενος μὲν ἀπὸ τῆς λαμπροτάτης Λύκων πόλεως, παρὼν δὲ νῦνι ἐνταῦθα ἐπὶ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων Αὐρηλίῳ Γεωργίῳ υἱῷ Ἀπολλῶτος, οἰνοπράτῃ ἀπὸ τῆς αὐτῆς Λύκων πόλεως, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Πέτρος πλουμάριος, διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας, ἐσχηκέναι καὶ δεδανεῖσθαιδεδανῖσθαι παρὰ σοῦ, διὰ χειρῶν εἰς χεῖρας, εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας, χρυσοῦ κεράτια ἑπτά, ζυγῷ δημοσίῳ Ἀντινόου γίνεται χρυσοῦ κεράτια ζ, ζυγῷ δημοσίῳ Ἀντινόου. καὶ ταῦτα ἑτοίμως ἔχω ἐγώ τε καὶ παντοῖοι μου κληρονόμοι παρασχεῖν σοι τε καὶ τοῖς σοῖς παντοίοις διαδόχοις ἐν τῇ ἑνδεκάτῃ τοῦ εἰσ ίοντος μηνὸς Τῦβι τῆς παρούσης τρίτης ἰνδικτίονος, μετὰ τῆς τούτων ἐπικερδείαςἐπικερδίας κατὰ μῆνα ἀργυρίου ταλάντων πεντήκοντα , γίνεται τάλαντα ρ, δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως. προσομολογῶ δὲ ἤδη πεπληρῶσθαι παρὰ σοῦ τῆς συνπεφωνημένης καὶ συναρεσάσης τελείας τιμῆς ἐκ πλήρους τοῦ απαμωριου λωδικίουλωτικίο. καὶ οὐκ ἐξὸνἐξὼν ἐμοὶ περὶ τούτου ἔτι ἀμφιβάλλειν πρὸς σὲ περὶ πλείονος ἢ ἐλάσσονος τιμῆς ὡς τούτου πεπραμένου σοι παρʼ ἐμοῦ, διὰ τὸ ἐντεῦθεν ἀπηλλάχθαι καὶ πεπληρῶσθαί με τῆς αὐτοῦ τιμῆς. εἰ δὲ ἐνάξοιμι περὶ τούτου, παρέξω σοι χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἕξ , δίχα κρίσεως καὶ δίκης, ὑποκειμένων σοι εἰς τοῦτο καὶ εἰς τὰ προκείμενα ἑπτὰ κεράτια πάντων τῶν ὄντων μοι καὶ ἐσομένων πραγμάτων μέχρι ἐπιλύσεως τοῦ προκειμένου χρέουςρέους καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἀσφαλὲς μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. σημεῖασῆμα ΠέτρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.