no image
DDbDP-text
Location de terrain via HGV-meta
Linked by Trismegistos ID
TM 19035.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαυίου Ἀπίωνος τοῦ ἐνδοξοτάτου, Φαῶφι ιβ τρίτης ἰνδικτίονος. τῷ δημοσίῳ λόγῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ διὰ τοῦ θαυμασιωτάτου βοηθοῦ, παρὰ Αὐρηλίων Ἀπολλῶτος Κύρου καὶ Πεκυσίου Ἑρμαύωτος, ποιμένος ἀπὸ ἐποικίουἐποικείο Σάκκου περὶ τὴν αὐτὴν κώμην, χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύηςἀλλεληγγύης μισθώσασθαι παρʼ ὑμῶν, πρὸς μόνον τὸν παρόντα ἐνιαυτόν, καρπῶν σὺν Θεῷ μελλούσης τετάρτης ἰνδικτίονος, το στρεφόμενον ἐν τῷ ἀπόρῳ γεώργιον ?, ἀρουρῶν ὅσων ἐστίν, διακείμενον ἐν πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης καὶ ἕως Φερκὼφερκω καλουμένου Ψανχ σὺν τῷ λάκκῳ καὶ παντὶ δικαίῳ κατὰ τὰ ὅρια, ἐφʼ ᾧ ἡμᾶς τοῦτο γεωργῆσαι καὶ σπερμοβολῆσαι καὶ διδόναι ὑμῖν τὸν φόρον ἐπʼ ἀπο τάκτῳ, χρυσοῦ νομισμάτια δύο τρίτον παρὰ κεράτια τρία τῷ χρυσοχοϊκῷ σταθμῷ σταθμῷ, καὶ σίτου ἀρτάβας δύο ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ΑὐρήλιοιΑὐρηλιων ἈπολλὼςἈπολλωτος Κύρου καὶ ΠεκύσιοςΠεκυσιου οἱο προκείμενοι μεμισθώμεθα ὡςμεμισθως πρόκειται. Φλαύιος Μηνᾶς Ἰωσηφίου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῶν γράμ ματα μὴ εἰδότωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.