no image
DDbDP-text
Receipts for τιμὴ πυροῦ and οἴνου via HGV-meta
Linked by Trismegistos ID
TM 10363.
Each record below describes this same ancient text from a different angle.
ἔτους ζ καὶ ϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Τῦβι κε. διέγραψεν Ἰσίδωρος Πτολεμαίου ὑπὲρ τιμῆς πυροῦ γενήματος ε ἔτους καὶ δ ἔτους ὑπὲρ ἀποσπορᾶς κώμης Καρανίδος ἀργυρίου δραχμὰς ὀκτακοσίαςὠκτακοσίας, γίνονται δραχμαὶ ω. Αὐρήλιος Μασκουλλεῖνος γυμνασιαρχήσας σεσημείωμαι. καὶ διὰ Πατειεῖ ὑπὲρ σπορᾶς ε ἔτους καὶ δ ἔτους δραχμὰς τετρακοσίας, γίνονται δραχμαὶ υ. Αὐρήλιος Μασκουλλεῖνος γυμνασιαρχήσας σεσημείωμαι. Αὐρήλιος Ἀθανάσιος διὰ Κηπίωνος βοηθοῦ ἐσημειωσάμην τὰς δραχμὰς ὀκτα κοσίας ὡς πρόκιται. ὑπατείαςὑπατίας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ἔτους ι καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Μεσορὴ κη. διέγραψεν Σαραπίων Ὀννώφρεως τιμῆς πυροῦ γενήματος θ ἔτους καὶ η ἔτους καὶ α ἔτους κώμης Ἱερᾶς Νεικολάου δραχμὰς τετρακοσίας, γίνονται δραχμαὶ υ. Αὐρήλιος Φιλάδελφος διʼ ἐμοῦ Μέλανος σεσημείωμαι. ια ἔτους καὶ ι ἔτους καὶ γ ἔτους Ἁθὺρ κβ. διέγραψεν Ἰσίδωρος ὀνόματος Σαρα πίωνος Ὀννώφρεως οἴνου ψηφισθείσης ἀννώνης γενήματος β ἔτους δραχμὰς τριακοσίας δεκαέξ, γίνονται τιϛ, καὶ ναῦλα τούτων, διʼ ἐμοῦ Ὡρίονος ἀπαιτἀπετητοῦ, καὶ ἐσημειωσάμην.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.