no image
DDbDP-text
(Déclarations de recensement de Thelbonthon Siphtha) via HGV-meta
Linked by Trismegistos ID
TM 16042.
Each record below describes this same ancient text from a different angle.
ϙδ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Παντβεῦτος Φίβιος. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γινο μένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρ χοντά μοι ἐν τῇ κώμῃ Θελβόνθον Σίφθα οἰκίαν καὶ ψιλοὺς τόπους Παντβεῦτος Φίβιος νεωτέρου Πνεφερῶτος ἐν ᾗ ΠαντβεῦςΠαντβεῦτ Φίβιος νεωτέρου Πνεφερῶτος μητρὸς Θασαχμούνιος Πνεφερόνφιος χολ ἐτῶν ξθ οὐλὴὀφθαλ μήλῳ ἀριστερῷ, Τααπολλῶς Ὀρσενούπιος μητρὸς Τααροννήσιος Ἀνλ ἐτῶν νβ, Ἰσίδωρος Παντβεῦτος υἱὸς ἐξ ἀμφοτέρων γονέων ἐτῶν γ ἄσημος, Πκοῦθις Παντβεῦτος ὁ ἀδελφὸς μητρὸς ΘαῆσιοςΘαησις Περφήιτος ἐτῶν λε, Θερμοῦθις Νεμεσᾶτος Τιθοήους μητρὸς Τατιθοήους ἡ γυνὴ ἐτῶν ιϛ, Φῖβις ὁ ἀδελφὸς μητρὸς Τααπολλῶτος Ὀρσενούπιος ἐτῶν κα ἄσημος, Θερμοῦθις ἡ ἀδελφὴ καὶ γυνὴ τῶν αὐτῶν γονέων ἐτῶν ιγ, Τααροννῆσις ἡ ἀδελφὴ τῶν αὐτῶν γονέων ἐτῶν κδ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Παντβεῦς Φῖβις ὁοἱ προγεγραμμένος ἐπιδέδωκα ὡς πρόκειταιπρόγιτε. Πε τῶς ΠετσίριοςΠετσιρις ἔγραψα ὑπὲρ αὐτοῦαὐτων μὴ εἰδότοςἠτωτης γράμματα. διʼ Ἁρποκ σελίδος μβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.