no image
DDbDP-text
Domanialpachtangebot auf Grund eines Erlasses Hadrians via HGV-meta
Linked by Trismegistos ID
TM 19620.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Πάφιτος Ὁνήους καὶ ἀδελφῶν τῶν ἀπὸ κώμης Τερύθεως. περὶ τὴν προκειμένην κώμην ἀναγράφονται ἐπʼ ὀνόματος τοῦ πατρὸς ἡμῶν Ὁνήους βασιλικῆς γῆς ἀνὰ γ ιβ ἄρουραι γ 𐅵, ἄλλαι ὁμοίως ἄρουρα α 𐅵, καὶ ἀνὰ β 𐅵 η λβ ξδ, ἀνὰ ε ιβ ιϛ, ἀνὰ δ ιβ ἄρουρα α, γίνονται ἄρουραι ϛ 𐅵 η ιϛ λβ ξδ. ἐπεὶ οὖν αὗται οὐ βαστάζουσι τοσοῦτο τέλεσμα, βαροῦμαι δὲτὲ τῶι ἐκφορίωι, ὅθεν ὑπέχομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ εὐεργε τικωτάτου κυρίου τῆς οἰκουμένης Ἁδριανοῦ Καίσαρος ἀνὰ πυροῦ ἀρτάβην α κδ ἑκάστης ἀρούρης γεωργήσειν, παρα δεχομένηςπαρεδεχομένης μοι τῆς ἐν ἀβρόχῳ καὶ τῆς ἡμισείας τῆς ἐπηντλημένης κατὰ τὸ ἔθος, ἵνʼ ᾦ εὐεργετημένος. διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.