no image
DDbDP-text
Zustellung eines Besitzeinweisungsbeschlusses der Chrematisten via HGV-meta
Linked by Trismegistos ID
TM 10190.
Each record below describes this same ancient text from a different angle.
Εὐδήμωι στρατηγῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Ἀντωνίου Τιτανιανοῦ ἀπόντος διὰ φροντιστοῦ Λουκείου Οὐαλερίου Ἐξσπεδείτου. οὗ παρεκόμισα τοι Βουκό λου τοῦ ἱερέως καὶ ἀρχιδικαστοῦ χρηματισμοῦ τὸ ἀντίγραφον ὑπόκειται, καὶ ἐρωτῶἐροτῶι τούτου τὸ ἴσον μεταδοθῆναι τῶι τῆς Τηρεντίας Γεμέλλης νομίμωι ἐπιτρόπωι Ἰγνατίωι Νίγερι διʼ ὑπηρέτου, ἵνʼ εἰδῇ ἀφιστάμενον αὐτὸν τῶν προσβε βλημένων μοι καὶ καταγεγραμμένων μοι τῶν τῆς Τηρεντίας Γεμέλλας ὑπαρχόντων, καθὼς ὁ χρηματισμὸς περιέχει. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ κθ. Βουκόλος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος στρατηγῶι χαίρειν. τῆς γεγενημένης ὑπογραφῆς ἐπὶ τῆς διαλογῆς τῶν ἐντεύξεων ἀντίγραφον ὑπόκειται σὺν τῆι ἐντεύξει· γέγραφα οὖν σοι, ἵνʼ εἰδῇς. ἔρρωσο. ἐσημειωσάμην. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἀπελλαίου κβ Φαῶφι κβ. χρηματισταὶ Τίτοι Φλάουιοι Ἀπολλώδωρος καὶ Ποπλιανὸς οἱ τὰς ἐντεύξεις διαλέξαντες, ἀναγνωσθείσης ἐντεύξεως Μάρκου Ἀντων ίου Τιτανιανοῦ καὶ τῆς διʼ αὐτῆς σημαινομένης καταγραφῆς ἐπενηνεγμένης καὶ τοῦ ἐντετευχότος ὀμωμοκότοςὀμομοχότος Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναν τίον ᾠκονομῆσθαι, συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῶι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῶι, ὅπως προδιαστειλάμενοςπροδιαστειλάμενοις τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις ὑπάρχουσι ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις δέκα μετὰ ταύτας ποιῆται τὰ τῆς ἐμβαδείας, ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. Τίτωι Ἁτερίωι Νέπωτι. Μᾶρκος Ἀντώνιος Τιτανιανὸς τῶι ἐνεστῶτι μηνὶ καταγέγραμμαι κατὰ τὰ προστεταγμένα κατὰ συνχώρησιν διὰ τοῦ καταλογείου ἐνεχυρασίας καὶ προσβολῆς τῶν τῆς ξενικῆς πρακτορίας δημοσιωνῶν τοῦ Ἀρσινοείτου νομοῦ τά τε ὑπηλλαγμένα μοι ὑπʼ αὐτῆς διὰ της τῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.