no image
DDbDP-text
Eingabe von Priestern an den Strategen des Herakleidesbezirkes wegen unrechtmäßiger Heranziehung zu liturgischen Dienstleistungen durch einen Deichbeamten (ἐκβολεύς) via HGV-meta
Linked by Trismegistos ID
TM 14145.
Each record below describes this same ancient text from a different angle.
Ποτάμωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πετεύριος Πετεύριος καὶ Σισόιτος Ὀρσενούφεως καὶ τῶν λοι πῶν ἱερέων ἱεροῦ τοῦ ὄντος ἐν κώμῃ Βακχιάδι. ἐπεὶ ἔθος ἡμῖνἡμεῖν ἐστιν ἄγεσθαι εἰς χωματικὰ ἔργα οὐκ ἐν ἄλλοις τόποις, εἰ μόνον ἐν διώρυγι Πατσώντεως λεγομέ νῃ ἀφʼ ἧς τά τε περὶ τὴν κώμην ἐδάφη ὑδρεύεται καὶ εἰςἰς τὰ ὑδροστά σια τὰ ὑπʼ αὐτῇ κατέρχεται, νῦν δὲ ὁ ὑπὸ τοῦ αἰγιαλοφύλακος καταστα θεὶς ἐκβολεὺς βιάζεται ἡμᾶς παρὰ τὸ ἔθος ἐν ἄλλοις τόποις μακρόθεν τῆς κώμης ἐργάζεσθαι, ἀξιοῦμεν ἐὰν σοὶ δόξῃ κελεῦσαι αὐτὸν ἀποστῆ ναι τῆς καθʼ ἡμῶν ἐπηρείαςἐπηρίας εἰςἰς τὸ δύνασθαι ἡμᾶς ἐν τοῖς συνήθεσι τόποις ἐργαζομένους πλησιάζου σι τῇ κώμῃ καθʼ ἑκάστην ἡμέραν τὰς τῶν θεῶν θρησκείας ποιεῖσ θαι γινομέναςγεινομένας ὑπέρ τε διαμονῆς τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Αὐρηλίου ἈντωνίνουἈντωνείνου Καίσαρος καὶ τοῦ ἱερωτάτου Νείλου τελείας ἀναβάσεως ἵνʼ ὦμεν βεβοηθημένοι. Πετεῦρις ἐτῶν μ ἄσημος Σισόις ἐτῶν λε ἄσημος ἔτους ια Αὐρηλίου ἈντωνίνουἈντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.