no image
DDbDP-text
Pour la réconciliation d’une mère avec son fils via HGV-meta
Linked by Trismegistos ID
TM 39120.
Each record below describes this same ancient text from a different angle.
ἵνα μὴ πολυλογήσω, ὅσα ἔγραψάςἔγραψές μοι χάριν τοῦ υἱοῦ τῆς παρούσης γραμματηφόρου ψεύδη εἰσίν. ἀπάλλαξον οὖν αὐτὴν μετὰ τοῦ υἱοῦ αὐτῆς καὶ ἐὰν ἡδέως ἔχουσιν τὰ ἀμφότερα μέρη, ἀπελθέτωσαν ἐκ δευτέρου εἰς δίαιταν, καὶ ποίησον αὐτοὺς κατακέφαλα καὶ ἐπὶ τὰ τέσσερα ἐμμεῖναι τὰ κριθησόμενα. εὑρέθη γὰρ Ἀνδρέας ὁ εὐδοκιμώτατος ἐπιστάμενος τὸ πρᾶγμα· καὶ ἰδοὺ εἶπεν τῷ δικαστῇ ὅσα ἐπίσταται, καὶ ἐποίησα αὐτὸν ἐπάνω τῶν ἀχράντων μεγαλίων ὠμόσαι ὅτι οὔκ εἰσιν ψεύδηψεύδοι ἀλλὰ ἀληθινάἀληθεινά. ἆρα οὐκ οἴδαμεν πάντες τὴν φύσιν τοῦ υἱοῦ αὐτῆς; καὶ εἴασαςεἴασες αὐτὴν σῦραι μη μίλια, πρὸς ὃ καὶ ἔγραψέν μοι ὁ ἐνδοξότατος σχολαστικός· καὶ ἰδοὺ ἔπεμψά σοι τὴν ἐπιστολὴν τὴν πεμφθεῖσαν πρὸς ἐμὲ χάριν τοῦ κόπου, ἵνα μὴ εἰάσῃς τοῦ λοιποῦ ἄνθρωπον ἀδικῆσαι τὸν ἀντίδικον αὐτοῦ τῷ ποθεινοτάτῳ μου υἱῷ Λιβέριος πατήρSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.