no image
DDbDP-text
Beginn der Petition via HGV-meta
Linked by Trismegistos ID
TM 23640.
Each record below describes this same ancient text from a different angle.
πολλῆς μὲν οἱ , ὦ δέσποτα, κατ’ ἐκεῖνον τότε τὸν χρόνον εὐδαιμονίας ἐνεπλήσθησαν, ἡνίκα τῆς ἐνθέου Τύχης καὶ θεῶν προνοίας ἡγουμένης σὺν Ἀγαθῶι Δαίμονι τῆς χώρας τῆς τῶν Θηβαίων προὔστης καὶ παρὰ τοῖς κάτω Αἰγυπτίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις μακάριοι καὶ ζηλωτοὶ ἐώικεμεν συνεῖναι ἄρχοντι τοιούτωι εὐτυχήσαντες, ὧι παραπλήσιον ἕτερον ἐκείνη ἡ λῆξις κηδεμόνα καὶ προστάτην οὐ τεθέαταί πω πρότερον. διάδοχοι δὲ νῦν τῆς εὐδαιμονίας ἡμῶν ἐκείνης οἱ τὴν λαμπροτάτην οἰκοῦντες πόλιν, ἀλλὰ καὶ αὐτὸς πάλιν ἐν τῶι παρόντι εἰς εὐδαιμονίας μέρος λογίζομαι φοιτῆσαι, ὡς ἐπέπρωτο κἀμοὶ δικαστηρίωιδικαστηριον νῦν ὁμιλεῖν ὑπὸ τοιούτωι ἄρχοντι καὶ δι καστῆι ἑστάναι δικαζόμενον, οὗ τὸ ἀμίμητονἀμείμητον τῆς κρίσεως ἐν διαφόροις ἔθνεσι καὶ πάλαι καὶ νῦν ἡ πεῖρα ἔδειξεν. τοῦ πράγματος τοίνυν τούτου τὴν ὑπόθεσιν ἄνωθεν ἀρξάμενος, ὡς ἔχει, συντόμως τῆι σῆι ἀρετῆι, δέσποτα, παρατίθημι. πρὸ πολλοῦ τινος χρόνου ἀδελφός τις ἐμὸς Ἁρποκρατίων τοὔνομα περὶ λόγους καὶ αὐτὸς ἐσπουδακὼς ἀποδημίαν ὑπερόριον ἔξω τῆς Αἰγύπτου τυγχάνει στειλάμενος. ἐντεῦθεν δὲ ἀποδημῶν ἀπὸ τῆς λαμπρᾶς ταυτησὶ πόλεως κατέλειπεν ἀνδράποδα ἑαυτοῦ παρ’ ἐμοὶ ἐν ταυθοῖ τότε διατρίβοντι ἐντειλάμενός μοι εἰς Θηβαίδα, καθ’ ὃν μέλλω καιρὸν ἀναπλεῦσαι, ἀναγαγεῖν ταῦτα. ἐγὼ δὲ φυλαττόμενος, μὴ ἕν τι τούτων τῶν ἀνδραπόδων ἀπ’ ἐμοῦ δρασμῶι χρήσηται, ἐτύγχανεν, παρεθέμην Κόμωνί τινι φίλωι ἐκείνου Ἀλεξανδρεῖ ὡς καὶ τηρήσηι, μέχρις ἂν vestigesμενος δες τῶν ἀνδραπόδωνπυθόμενος δ’ ἐνίους τῶν ἀνδραπόδων τούτων βουλομένους καὶ ἐμοὶκἀμοὶ ἕπεσθαι, εἰς Θηβαίδα ἀνήγαγον κατὰ τὰς τοῦ ἀδελφοῦ ἐντολὰς ἃ δὲ ἀναπλεῖν ν οὐκ ἐβουλήθη, ἀλλὰ ἐνταῦθαενταυθοι ἀναμεῖναι τὴν τοῦ ἀδελφοῦ μου παρουσίαν ιπανοὐκ ἐδόκει πάντα δεῖν ἀναγκάσαι, ἀλλὰ παρὰ τῶι αὐτῶι Κόμωνι κατέλειπον ὁμολογίαν παρ’ αὐτοῦ ἔγγρα φον δεξάμενος ὅπως ἐπανελθόντι ἐκείνωι ἀποκαταστήσηι τὰ ἐνταυθοῖ ἀνδράποδα, προσεδόκων γὰρ τὴν ἐπάνοδον μετὰ βραχύν τινα γενήσεσθαι χρόνον. ἀεὶ δὲ τοῦ ἀνδρὸς τὴν ἄφιξιν πρὸ ὀφθαλμῶν ἔχων καὶ καθ’ ἑκάστην σχεδὸν ἡμέραν αὐτοῦ τὴν ἐπάνοδον 23 vestigesν γραμμάτων ἐπὶ τὰ ἀνδράποδα αὐτὸς πέμπων εἰς καὶ vestigesετ καὶ τότε αιαν π vestigesτὰ ἀνδράποδα καὶ vestigesκαιουτο εγ ἀντιποιούμενον ρι ἀδελφ ἀποδοῦναι vestigesεισηπλευ vestiges ἐπιλαβόντος ος εμαιοιων vestiges vestiges ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος καὶ ὡς νῦν ὄντα ἀδέσποτα ἡμῖν τῆιδε ἐκεῖσε καὶ οαἐξ αἰτήσεως αησεπαραστησετωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.