no image
DDbDP-text
Judicial Proceedings via HGV-meta
Linked by Trismegistos ID
TM 12467.
Each record below describes this same ancient text from a different angle.
reprinted in P.Muench 3.1.66, ii ἄλλου ὁμοίως. ἔτους θ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Θὼθ κ, ἐπὶ τῶν κατὰ Στοτοῆτιν Πεκύσεως πρὸς Σαταβοῦν Πεκύσεως καὶ Σαταβοῦν Στοτο ήτεως καὶ Πεκῦσιν Σαταβοῦτος καὶ Στοτοῆτιν Πανεφρέμμεως. Στοτοήτιος λέγοντος ἐνκε κληκέναι τοῖς περὶ Σαταβοῦν φόνου ἐπὶ τῷ ἀδελ φῶι αὐτοῦ καὶ παρεῖναι τοὺς μαρτυρῆσαι δυ ναμένους τὸν φόνον καὶ τῶν περὶ Σαταβοῦν ἀποκριναμένωνἀποκρειναμένων καὶ πρότερον ἄλλους ὑπὸ αὐ τοῦ παρασταθέντας μηδὲν τοιοῦτο μεμαρ τυρηκέναι, ὁ στρατηγὸς Στοτοήτι· καὶ πρώ ην οὐδὲν ἀπέδειξας, ἀλλʼ οὐδὲ οἱ ὑπὸ σοῦ πα ρασταθέντες μάρτυρες ὡμολόγησανὁμολόγησαν τὸν φό νον ἐγνωκέναι. ἵνα δὲ καὶ νῦν πληροφορήσω ἐλθέτωσαν οὓς ἄγεις. προσελθούσης Σιε τοῦτος Ἁρπαγάθου καὶ ΤαουήτιοςΤαουητις Σαταβοῦ τος ὁ στρατηγὸς ἐπύθετο εἴ τι περὶ τοῦ φό νου ἔγνωσαν. προενεγκαμένων μηδὲν ἐγνωκέναι Κλαύδιος Δίδυμος ὁ καὶ Γέμεινος στρατηγὸς ἐκέλευσεν ὑπομνηματισθῆναι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.