no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 10039.
Each record below describes this same ancient text from a different angle.
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος παρὰ Αὐρηλίας Μαρίας γαμβρᾶς Ἀκιᾶρ στρατιωτῶν τῶν ἐν ΜέμφειΜέμφι διακειμένωνδιακιμένων ὑπὸ Κολλοῦθον πραιπόσιτονπρεπόσιτον γεουχοῦντοςγεουχοῦντι ἐν κώμῃ Θεοξενίδι. κατὰ τὴν δευ τέραν τοῦ ὄντος μηνὸς Ἐπείφ, κύριε, οὐκ οἶδαὖδα τί νι λόγῳλόγου καὶ λῃστρικῷ τρόπῳ νυκτὸς χρησάμε νοί τινες κακοῦργοι ἐπῆλθαν τῷ ἐμῷ ἀγρῷ τῶν προβάτων καὶ κείραντές μου πρόβατα τὸν ἀριθ μὸν ἐννέαἐννήα ἀφηρκέναι ἄλλα τρία πρόβατα ζῶντα. καὶ ἀγροφύλακεςἀγροφυλάκων τῆς κώμης Θεοξενί δος τὴν τῶν προβάτων κουρὰν καὶ ἀπελασίαν ἀναζητοῦντεςἀναζητούντων εὗραν ἐν τῷ ἀγρῷ τῆς Ναρμού θεως Ἰωάννην καὶ Ἠλείαν ὡς τούτων τὴν κουρὰν καὶ ἀπελασίαν πεποιηκότωνπεποικέναι. διὰ αὐ τὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπί ας ὅπως τούτους συλλαβόμενοςσυνλαβώμενος καὶ κατα ναγκάσῃς αὐτοὺς τὴν τῶν προβάτων κουρὰν καὶ ἀπελασίαν ὁμολογῆσαιὁμολογῆσε, εἶτα τὰ γραφέντα ὑπʼὑπε ἐμοῦ εἰς γνῶσιν τοῦ κυρίου μου δουκὸς ἀνενέγκῃςἀνανίκῃς· αὐτοῦ γάρ ἐστιν τοὺς τὰ τοιαῦτα τολμῶνταςτολμοῦντες ἐκδικεῖνἐκδικῖν· καὶ τοῦτου τυχὼν χάριτά σοι ὁμολογήσω, κύριε. διευτύχει. Αὐρηλία Μαρία γαμβρὰ Ἀκιᾶρ στρατιώτου ἐπιδέδωκα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν ΚωνσταντίουΚωνσταντίνου τὸ δ καὶ ΚώνσταντοςΚώσταντος τὸ γ ΑὐγούστωνἈγούστων, Ἐπεὶφ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.